Add parallel Print Page Options

25 καὶ ἀποκριθεὶς πᾶς ὁ λαὸς εἶπεν· Τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν. 26 τότε ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν φραγελλώσας παρέδωκεν ἵνα σταυρωθῇ.

27 Τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος παραλαβόντες τὸν Ἰησοῦν εἰς τὸ πραιτώριον συνήγαγον ἐπ’ αὐτὸν ὅλην τὴν σπεῖραν. 28 καὶ ἐκδύσαντες αὐτὸν [a]χλαμύδα κοκκίνην περιέθηκαν αὐτῷ, 29 καὶ πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν ἐπὶ [b]τῆς κεφαλῆς αὐτοῦ καὶ κάλαμον [c]ἐν τῇ δεξιᾷ αὐτοῦ, καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦ [d]ἐνέπαιξαν αὐτῷ λέγοντες· Χαῖρε, [e]βασιλεῦ τῶν Ἰουδαίων, 30 καὶ ἐμπτύσαντες εἰς αὐτὸν ἔλαβον τὸν κάλαμον καὶ ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ. 31 καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν χλαμύδα καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι.

32 Ἐξερχόμενοι δὲ εὗρον ἄνθρωπον Κυρηναῖον ὀνόματι Σίμωνα· τοῦτον ἠγγάρευσαν ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ. 33 Καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Γολγοθᾶ, ὅ ἐστιν [f]Κρανίου Τόπος λεγόμενος, 34 ἔδωκαν αὐτῷ πιεῖν [g]οἶνον μετὰ χολῆς μεμιγμένον· καὶ γευσάμενος οὐκ [h]ἠθέλησεν πιεῖν. 35 σταυρώσαντες δὲ αὐτὸν διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ βάλλοντες κλῆρον, 36 καὶ καθήμενοι ἐτήρουν αὐτὸν ἐκεῖ. 37 καὶ ἐπέθηκαν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην· Οὗτός ἐστιν Ἰησοῦς ὁ βασιλεῦς τῶν Ἰουδαίων.

38 Τότε σταυροῦνται σὺν αὐτῷ δύο λῃσταί, εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων. 39 οἱ δὲ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν 40 καὶ λέγοντες· Ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν, σῶσον σεαυτόν· εἰ υἱὸς εἶ τοῦ θεοῦ, [i]κατάβηθι ἀπὸ τοῦ σταυροῦ. 41 ὁμοίως [j]καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν γραμματέων καὶ [k]πρεσβυτέρων ἔλεγον· 42 Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· [l]βασιλεὺς Ἰσραήλ ἐστιν, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ καὶ πιστεύσομεν ἐπ’ [m]αὐτόν. 43 πέποιθεν ἐπὶ τὸν θεόν, ῥυσάσθω [n]νῦν εἰ θέλει αὐτόν· εἶπεν γὰρ ὅτι Θεοῦ εἰμι υἱός. 44 τὸ δ’ αὐτὸ καὶ οἱ λῃσταὶ οἱ συσταυρωθέντες [o]σὺν αὐτῷ ὠνείδιζον αὐτόν.

45 Ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης. 46 περὶ δὲ τὴν ἐνάτην ὥραν [p]ἀνεβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ λέγων· [q]Ἠλὶ ἠλὶ λεμὰ σαβαχθάνι; τοῦτ’ ἔστιν· Θεέ μου θεέ μου, ἱνατί με ἐγκατέλιπες; 47 τινὲς δὲ τῶν ἐκεῖ [r]ἑστηκότων ἀκούσαντες ἔλεγον ὅτι Ἠλίαν φωνεῖ οὗτος. 48 καὶ εὐθέως δραμὼν εἷς ἐξ αὐτῶν καὶ λαβὼν σπόγγον πλήσας τε ὄξους καὶ περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν. 49 οἱ δὲ λοιποὶ [s]ἔλεγον· Ἄφες ἴδωμεν εἰ ἔρχεται Ἠλίας σώσων [t]αὐτόν. 50 ὁ δὲ Ἰησοῦς πάλιν κράξας φωνῇ μεγάλῃ ἀφῆκεν τὸ πνεῦμα. 51 καὶ ἰδοὺ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη [u]ἀπ’ ἄνωθεν ἕως κάτω εἰς δύο, καὶ ἡ γῆ ἐσείσθη, καὶ αἱ πέτραι ἐσχίσθησαν, 52 καὶ τὰ μνημεῖα ἀνεῴχθησαν καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων [v]ἠγέρθησαν, 53 καὶ ἐξελθόντες ἐκ τῶν μνημείων μετὰ τὴν ἔγερσιν αὐτοῦ εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν καὶ ἐνεφανίσθησαν πολλοῖς. 54 Ὁ δὲ ἑκατόνταρχος καὶ οἱ μετ’ αὐτοῦ τηροῦντες τὸν Ἰησοῦν ἰδόντες τὸν σεισμὸν καὶ τὰ [w]γενόμενα ἐφοβήθησαν σφόδρα λέγοντες· Ἀληθῶς [x]θεοῦ υἱὸς ἦν οὗτος.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:28 χλαμύδα κοκκίνην περιέθηκαν αὐτῷ WH Treg NIV ] περιέθηκαν αὐτῷ χλαμύδα κοκκίνην RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:29 τῆς κεφαλῆς WH Treg NIV ] τὴν κεφαλὴν RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:29 ἐν τῇ δεξιᾷ WH Treg NIV ] ἐπὶ τὴν δεξιὰν RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:29 ἐνέπαιξαν WH NIV ] ἐνέπαιζον Treg RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:29 βασιλεῦ WH Treg NIV ] ὁ βασιλεὺς RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:33 Κρανίου Τόπος λεγόμενος WH Treg NIV ] λεγόμενος Κρανίου Τόπος RP
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:34 οἶνον WH Treg NIV ] ὄξος RP
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:34 ἠθέλησεν WH Treg NIV ] ἤθελεν RP
  9. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:40 κατάβηθι WH Treg NIV RP ] καὶ κατάβηθι NA
  10. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:41 καὶ WH NIV ] δὲ καὶ Treg RP
  11. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:41 πρεσβυτέρων WH Treg NIV ] + καὶ Φαρισαίων RP
  12. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:42 βασιλεὺς WH Treg NIV ] Εἰ βασιλεὺς RP
  13. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:42 αὐτόν WH Treg NIV ] αὐτῷ RP
  14. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:43 νῦν WH NIV ] + αὐτόν Treg RP
  15. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:44 σὺν WH Treg NIV ] RP
  16. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:46 ἀνεβόησεν NIV RP ] ἐβόησεν WH Treg
  17. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:46 Ἠλὶ ἠλὶ Treg RP NA ] Ἐλωῒ ἐλωῒ WH NIV
  18. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:47 ἑστηκότων WH Treg NIV ] ἑστώτων RP
  19. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:49 ἔλεγον NIV RP ] εἶπαν WH Treg
  20. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:49 αὐτόν Treg NIV RP ] + [[ἄλλος δὲ λαβὼν λόγχην ἔνυξεν αὐτοῦ τὴν πλευράν, καὶ ἐξῆλθεν ὕδωρ καὶ αἷμα]] WH
  21. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:51 ἀπ᾽ ἄνωθεν ἕως κάτω εἰς δύο WH Treg NIV ] εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω RP
  22. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:52 ἠγέρθησαν WH Treg NIV ] ἠγέρθη RP
  23. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:54 γενόμενα NIV RP ] γινόμενα WH Treg
  24. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:54 θεοῦ υἱὸς WH NIV RP ] υἱὸς θεοῦ Treg